Οσίου Μαξίμου του Γραικού.Ιερά Ακολουθία Αγίου Εράσμου.(02 Ιουνίου)

june31

Εισαγωγικά

Η Ακολουθία αυτή βρίσκεται στο υπ΄αριθμ.198 χειρόγραφο της Ιεράς Μονής Δοχειαρίου..Στον πολυτελή τόμο της «Παρουσίας» της Μονής ο λόγιος μοναχός Θεόκτιστος δημοσίευσε άρθρο περί των χειρογράφων της Μονής και ανέφερε το αυτόγραφο κείμενο του Βατοπαιδινού μοναχού Μαξίμου Τριβώλη για την Ιερά ακολουθία του Αγίου Εράσμου.Ο Όσιος συνέθεσε την ακολουθία αυτή το 1509 στις Καρυές του Αγίου Όρους στο κελί του Κωφού.

Σύντομος βίος Αγίου Εράσμου

Ο Όσιος Έρασμος καταγόταν από την Αντιόχεια της Συρίας και έζησε στα χρόνια των αυτοκρατόρων Διοκλητιανού και Μαξιμιανού. Έγινε κληρικός (ίσως και επίσκοπος) και διέπρεψε στη μέριμνα υπέρ των φτωχών και στο κήρυγμα του ευαγγελίου. Από τον πόθο να ελκύσει όσο γίνεται περισσότερες ψυχές στη ζωή του Χριστού επιδόθηκε σε ακατάπαυστες περιοδείες, στη διάρκεια των οποίων δίδασκε με ζήλο το λόγο του Θεού, που συνοδευόταν με θαύματα. Κάποτε είχε φτάσει στη σημερινή Αχρίδα, όπου είδε να κηδεύουν ένα παιδί. Το θέαμα τον συγκίνησε, διότι ο πατέρας του το είχε μονάκριβο και θρηνούσε πολύ. Πλησίασε λοιπόν το φέρετρο, προσευχήθηκε, και αφού έπιασε το χέρι του το ανέστησε. Το θαύμα κατέπληξε τους παρευρισκόμενους, και είχε σαν αποτέλεσμα πολλοί απ’ αυτούς, μαζί με το παιδί και τον πατέρα, να βαπτιστούν χριστιανοί. Κατόπιν δήλωσε στον αυτοκράτορα Μαξιμιανό, ότι άλλους θεούς, εκτός από τον αληθινό Θεό Ιησού Χριστό, δεν γνωρίζει. Τότε υποβλήθηκε σε σκληρά μαρτύρια και ρίχτηκε στη φυλακή. Αργότερα όμως ελευθερώθηκε και εξακολούθησε την αποστολική του διακονία, μέχρι τα βαθιά γεράματα. Πέθανε ειρηνικά στην πόλη Χερμελία και αξιώθηκε μάλιστα, να δει πριν πεθάνει, σε όραμα, στεφάνι υπέρλαμπρο που κατέβαινε από τον ουρανό προς αυτόν.

ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἰστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄ τοῦ ἤχου καὶ γ΄ τοῦ Ἁγίου.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν ἀρετῶν τὸ δοχεῖον ἡ τῶν θαυμάτων πηγή, ἀρχιερέων κλέος, Ἀθλητῶν ἡ τερπνότης, Ἔρασμος ὁ θεῖος πάντας ἡμᾶς, τοὺς πιστοὺς συνεκάλεσεν, χαρμονικῶς συνελθόντες τὴν παμφαῆ, τούτου μνήμην ἐκτελέσωμεν.

Ἀθλητικῇ καρτερίᾳ τὸν πολυμήχανον, καταβαλὼν τοῖς ὄμβροις, τῶν αἱμάτων ἀρδεύεις, Χριστῷ τὴν Ἐκκλησίαν καὶ θείαις πλοκαῖς, τῶν πανσόφων δογμάτων σου, τοὺς τῶν αἱρέσεων θήρας ἀποσοβεῖς, ἐν εὐσεβείᾳ συντηρῶν τοὺς πιστούς.

Ἀρχιερέων τερπνότης τῶν Ἀθλητῶν καλλονή, τῶν εὐσεβῶν δογμάτων, ἀκριβέστατος φύλαξ, βρύσις ἰαμάτων Χριστοῦ μιμητά, ἱερώτατε Ἔρασμε, τὴν ἀξιέπαινον μνήμην σου τοὺς πιστῶς, ἐκτελοῦντας περιφύλαττε.

Δόξα. Ἦχος πλ. β΄.

Ὡς τὴν χάριν τῶν θαυμάτων οὐρανόθεν κομισάμενος, καὶ τὴν πλάνην τῶν εἰδώλων στηλιτεύσας ἐν τοῖς δόγμασιν, ἀρχιερέων ὑπάρχεις δόξα τε καὶ καύχημα, Ἱερομάρτυς Ἔρασμε, καὶ πάντων τῶν πατέρων διδασκαλίας ὑπόδειγμα, παῤῥησίαν ἔχων πρὸς Θεόν, Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν… Θεοτοκίον. Ὅλην ἀποθέμενοι.

Σύμβολον ὀργῆς ἐστι, μνησικακία, θυμός τε, τῆς ὀργῆς ἐμφάνεια, δι’ ὧν καὶ τῶν ὕβρεων τὰ ἀλλόκοτα, ἀναιδῶς ἅλλονται, τοῦ οἰκτροῦ στόματος, τὸν ἐν τούτοις ἐνεργούμενον, ποιοῦντες ἔνοχον, πυρὸς τῆς γεέννης, ὡς γέγραπται· διὸ ψυχὴ γρηγόρησον, φεῦγε τὸν θυμὸν τὸν πικρόν, τὴν ὀργήν, μῆνιν καὶ τὴν ὕβριν, καὶ πᾶσαν τὴν δυσώδη ἐκδρομήν, τῇ Θεοτόκῳ κραυγάζουσα· Δέσποινά μου σῶσόν με.

Ἢ Σταυροθεοτοκίον ὅμοιον

Κρίσιν Ἰσραὴλ κριταί, θανατηφόρον κριθῆναι, σὲ Υἱὲ κατέκριναν, ὡς κριτόν σε στήσαντες ἐπὶ βήματος, τὸν νεκροὺς κρίνοντα, καὶ τοὺς ζῶντας Σῶτερ, καὶ Πιλάτῳ παριστῶσί σε, καὶ κατακρίνουσι, πρὸ τῆς δίκης φεῦ! οἱ παράνομοι, καὶ βλέπουσα τιτρώσκομαι, καὶ συγκατακρίνομαι Κύριε· ὅθεν καὶ προκρίνω, θανεῖν ὑπὲρ τὸ ζῆν ἐν στεναγμοῖς, ἡ Θεοτόκος ἐκραύγαζε, μόνε πολυέλεε.

ΟΡΘΡΟΣ

Ὁ Κανὼν τοῦ Ἁγίου.

ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.

Ἐράσμου ἡ παμφαὴς πανήγυρις, ἐξανατείλασα, τοὺς φιλεόρτους πάντας συγκαλεῖ, εἰς ἑστίασιν ἔνθεον, ἀθλοπρεπῶς γὰρ εἴληφε τῶν ἰαμάτων τὰ χαρίσματα.

Ῥανίσιν ἀθλητικῶν αἱμάτων σου, εὐφραίνεις κόσμον Ἅγιε, τῇ ῥωστικῇ τοῦ Πνεύματος πηγῇ, συγκραθεὶς μυστικώτατα, ἱεροφάντον Ἔρασμε, διόπερ πάντες γεραίρομεν.

Σπινθῆρσι πνευματικοῖς πυρούμενος, ἔνδοξε Ἔρασμε, τῶν σαρκικῶν ὀρέξεων ἐκτός, γεγονὼς καὶ ὑπήκοος, Θεοῦ φωνὴ πανίερε, πρὸς τὸν ἀγῶνα εὐθυδρόμησας.

Θεοτοκίον.

Ἡ μόνη ὑπερφυῶς κυήσασα, Χριστὸν τὸν Κύριον, τοὺς τὴν σεπτὴν εἰκόνα Σου σεμνή, προσκυνοῦντας περίσωζε, καὶ ἐκ παντοίας λύτρωσαι, διαφθορᾶς ταῖς ἱκεσίαις Σου.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.

Μωσέα συμβολικῶς, ταῖς πρακτικαῖς σου ἀρεταῖς νέον σέ, πᾶσι Χριστὸς ἔδειξεν, ἱεροπρεπέστατε Ἔρασμε.

Σὺ θείαν Πάτερ στολήν, ὡς Ἀαρὼν παρὰ Θεοῦ κίδαριν, καὶ τὸν ποδήρη δέδεξαι, ὡραιομορφώτατε Ἔρασμε.

Σὺ ὥσπερ Μελχισεδέκ, κατὰ τὴν τάξιν ἱερεὺς γέγονας, ἁγιασμοῦ χάριτι, ἀγγελομορφώτατε Ἔρασμε.

Πατέρα σὲ μυστικόν, λαῷ εὐγνώμονι Χριστὸς ἔδειξεν, ὡς Ἀβραὰμ ἔθνεσιν, ἀξιομακάριστε Ἔρασμε.

Θεοτοκίον.

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν Σοὶ τὸ χαῖρε κραυγάζομεν.

Κάθισμα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ἰατῆρα σοφώτατον, τοῖς νοσοῦσιν ἀνέδειξεν, ὁ Χριστὸς σὲ μάκαρ τῇ θείᾳ χάριτι, πᾶς γὰρ προστρέχων τῇ σκέπῃ σου, θεόληπτε Ἔρασμε, τὰς ἰάσεις τῶν παθῶν, ἀοράτως κομίζεται· ὅθεν ἅπαντες εὐφημοῦμεν τοὺς γενναίους ἀγῶνας, καὶ τὰ παλαίσματα ἔνδοξε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὡς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη Πάναγνε, πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς κατακοίμισον, τὰ κύματα πράϋνον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν, τὴν καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε.

Ἢ Σταυροθεοτοκίον.

Ἐν σταυρῷ σε τεινόμενον, καὶ τοῖς ἥλοις πηγνύμενον, καὶ πλευρὰν τῇ λόγχῃ σε τιτρωσκόμενον, κατανοοῦσα ἡ Μήτηρ σου, θρηνοῦσα ἐκραύγαζεν· Οἴμοι Τέκνον ποθεινόν! πῶς σε δῆμος ὁ ἄνομος, ἐθανάτωσε, τὸν ζωὴν τοῖς ἐν ᾅδῃ χορηγοῦντα; ἀλλ’ ἀνάστηθι συντόμως, χαροποιῶν οὓς ἠγαπησας.

ᾨδὴ δ΄. Ἐπαρθέντα σὲ ἰδοῦσα.

Ἰατῆρα σὲ σοφώτατον τοῖς νοσοῦσιν, ὁ Ἰησοῦς παρέσχεν, καὶ μέγαν προστάτην, τοῖς ἀνευφημοῦσί σε, θεόληπτε Ἔρασμε, διὰ τὴν στεῤῥὰν καρτερίαν σου.

Συμπαθέστατον σωτῆρα σὲ ἐν ἀνάγκαις, καὶ κραταιὸν ὑπέρμαχον, Πάτερ θλιβομένων, Κύριος ἀνέδειξεν, θεοφόρε Ἔρασμε, διὰ τὰ φαιδρά σου παλαίσματα.

Τῶν Ἀγγέλων σὲ συνόμιλον ἐν ὕψιστοις, καὶ τῆς οἰκείας Βασιλείας, φαιδρὸν κληρονόμον, δείκνυσιν ὁ Κύριος, θεόκλητε Ἔρασμε, διὰ τὴν τιμίαν σου ἄθλησιν.

Ὀλβιώτατον λαμπτῆρα τῆς Ἐκκλησίας, καὶ φαεινὸν σὲ ἥλιον, Χριστὸς ἐπαξίως τῷ κόσμῳ ἀνέδειξε, θεάρεστε Ἔρασμε· ὅθεν γηθοσύνως ὑμνοῦμέν σε.

Θεοτοκίον.

Ὡς δεσπόζουσα Παρθένε τῶν ποιημάτων, καὶ τοὺς πιστοὺς φυλάττουσα τὸ θρέμμα τῆς Ἄγαρ, ἄνελε πρεσβείαις Σου, ὑπάρχεις γὰρ ἄχραντε, τεῖχος καὶ λιμὴν τοῖς ὑμνοῦσί Σε.

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Ἰταμῶς δικαστὴν ἀνομοῦντα κατήσχυνας, σὺ Ἔρασμε μυστηπόλε, χεόμενος μολύβδῳ τὰ φαιδρά σου μετάφρενα.

Σοῦ βλύσασα ἡ σάρξ, ταῖς τῶν βάκλων αἰκίσεσι, φῶς Ἔρασμε μυστολέκτα, ἀμαυροῦται ὁ πλάνος, σὺν τοῖς αὐτοῦ ὁμόφροσιν.

Ἔννομος λειτουργός, τοῦ Θεοῦ γιγνωσκόμενος, σὺ Ἔρασμε μυστηπόλε, σελασφόρῳ σιδήροις τοῖς ὄνυξι γεγηθὼς κατετέτμησο.

Ῥήγνυται ὁ ἐχθρός, ἐπὶ σοὶ οἷς εἰργάσατα, ὦ Ἔρασμε μυστηπόλε, ὡς τῇ κάρᾳ ἐδέξω, τὸ πυρφόρον περίχυμα.

Θεοτοκίον.

Ὕπερθεν Σαῖς λιταῖς, ἀοράτως τοὺς Ἄραβας, πῦρ ἔδεται Θεοτόκε, ἐπὶ Σοὶ γᾶρ πεποίθαμεν, πάντοθεν πολεμούμενοι.

ᾨδὴ στ΄. Θύσω σοι μετὰ φωνῆς.

Ἄτρωτον ἐκ τῆς φθορᾶς Χριστὸς διεσώσατο, καθάπερ Πέτρον τηρῶν σε, εἰς πολλῶν ἀνόρθωσιν πεπτωκότων, παραδόξως καθοδηγῶν σε τίμιε Ἔρασμε.

Σύντρομος, τῷ παραδόξῳ γέγονε τέρατι, ὁ σοβαρὸς δικολόγος τὰς γὰρ εἰς κόνιν ἐναλλαγήσας, καὶ τὰ κλοῖα τῶν πειρασμῶν ἑώρα σοι Ἔρασμε.

Μέγιστον, χρηματισθεὶς ὑπὸ Θεοῦ τετέλεκας, θαῦμα θανέντα γὰρ παῖδα τοῦ Ἀναστασίου ἤγειρας· ὅνπερ, σὺν γονεῦσι, καὶ πανοικεῖ ἐφώτισας Ἔρασμε.

Θεοτοκίον.

Ὤλεσον τὸν Ἰσμαὴλ μετ’ ἤχου Θεόνυμφε, τὴν κληρουχίαν Σου ταύτην, ἀνελεῖν βουλόμενον ἐν μαχαίρᾳ, ἵνα πάντες χαρμονικῶς, τὸ χαῖρέ Σοι κράζωμεν.

Κοντάκιον. Ἦχος β΄. Τὴν ἐν πρεσβείαις.

Τὸν ἐν κινδύνοις θερμώτατον ἀντιλήπτορα, καὶ τοῖς αἰτοῦσιν εὐεπήκοον προστάτην, Ἔρασμον πάντες ὕμνοις τιμήσωμεν, τούτου γὰρ ἡ φωσφόρος καὶ πανυπέρλαμπρος μνήμη, ἐγείρει κράζειν· Κύριε δόξα Σοι.

Ὁ Οἶκος. Τράνωσόν μου.

Πῶς ἱκανῶς τὸν θεῖον ἐπαίνοις καταστέψω Ἔρασμον, ἀμαθέστατος ὢν καὶ ῥύπου πλήρης τὰς φρένας, ὅμως ὡς ἔχω λόγων ἰσχύος, λέγω ὅτι ἐφ’ ὅσον τὴν οἰκουμένην ζωγονεῖ ταῖς φαειναῖς ἀκτῖσιν ὁ ἥλιος, τοσοῦτον ὁ θεοφόρος ταῖς ἀπείροι αὐτὸν περιέλαμψε θαυματουργίαις, μαρτύριον ἠνυκὼς ὃς καὶ κράζειν προτρέπεται· Κύριε δόξα Σοι.

Συναξάριον.

Τῇ Β΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἐράσμου, τοῦ ἐν Χερμελίᾳ τῆς Ἀχρίδος.

Ἔρασμον ἀθλήσαντα σοῦ Σῶτερ χάριν,

ἐρασμίως τρέχοντα εἰς πόλον δέχου.

Δευτερίῃ βιοτῆς ἀπὸ γαίης ἕπτατο θεῖος Ἔρασμος

Οὗτος ὁ Ἅγιος κατήγετο μὲν ἀπὸ τὴν Ἀντιόχειαν, ἤκμαζε δὲ κατὰ τοὺς χρόνους Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ ἐν ἔτει 209, ἀσκητικὴν δὲ ζωὴν ζήσας πρότερον, εἰς τόσην τελειότητα ἔφθασεν, ὥστε ἐλάμβανε τροφὴν διὰ μέσου τῶν κοράκων, καὶ χαρισμάτων πολλῶν παρὰ Θεοῦ ἠξιώθη, διὸ καὶ χωρὶς νὰ θέλη ἔγινεν ἀρχιερεύς. Εἶτα ζῆλον θείον λαβὼν εἰς τὴν ψυχήν του, ἐπεριπάτει πανταχοῦ ἀποστολικῶς, κηρύττων τὸν λόγον τοῦ Εὐαγγελίου, καὶ ποιῶν θαυμάσια πάμπολλα. Καταντήσας δὲ εἰς τὴν ἐν Ἀχρίδι πόλιν Λυχνιδῶν, ἀνέστησεν ἐκεῖ παιδίον ἀποθαμένον καὶ τὸν πατέρα τοῦ παιδίου, Ἀναστάσιον ὀνόματι, ἐβάπτισεν ὁμοῦ μὲ ἄλλους πολλούς. Καὶ τὰ ἐκεῖσε εὑρισκόμενα εἴδωλα συντρίψας, εἰς διάστημα ἑπτὰ ἡμερῶν ἐδίδασκε τὸν λαόν, ὁδηγῶν αὐτὸν εἰς τὸ φῶς τῆς θεογνωσίας. Ἐνῷ δὲ εὑρίσκετο ὁ Μαξιμιανὸς εἰς τὴν Ἑρμούπολιν τὴν ἐν τῷ Ἰλλυρικῷ κειμένην, ὑπῆγέ τις και ἐφανέρωσεν αὐτῷ ὅτι οἱ θεοί τους ἐσυντρίφθησαν ἀπὸ ἕναν ἄνθρωπο Ἀντιοχέα, ὅστις κηρύττει Θεόν, Ἰησοῦν τὸν ἐσταυρωμένον. Ὁ δὲ βασιλεὺς πέμψας ἀνθρώπους, καὶ προσαγαγὼν τὸν Ἅγιον ἔμπροσθέν του, ἠρώτησεν αὐτὸν ποῖος εἶναι καὶ ποῖον Θεὸν προσκυνεῖ. Ἐπειδὴ δὲ ὁ Ἅγιος ἐσιώπα, ὁ τύραννος θυμωθείς, ἐπρόσταξε νὰ δείρωσιν αὐτὸν εἰς τὸ πρόσωπον, ὁ δὲ Ἅγιος ἠρώτα νὰ μάθη τὴν αἰτίαν. Ὁ τύραννος ἀπεκρίθη, διότι δὲν προσκυνεῖ τοὺς θεούς. Καὶ τοῦ λέει ὁ Ἅγιος να τοῦ δείξει ποῖον θεὸ νὰ προσκυνήσει. Ὁ βασιλεύς, ἔδειξεν αὐτῷ τὸ εἴδωλον τοῦ Διός, τὸ ὁποῖον ἦτο χάλκινον, δώδεκα ποδῶν τὸ ὕψος καὶ ἕξ τὸ πλάτος. Τότε ὁ Ἅγιος εἶδεν αὐτὸ μὲ βλοσυρὸν ὄμμα καὶ παρευθὺς ἔπεσε καὶ συνετρίβη εἰς λεπτὰ τμήματα, ἀπὸ δὲ τὸ εἴδωλον ἐξῆλθε δράκων φοβερός, ὅστις ἠφάνισε πολὺ πλῆθος ἀνθρώπων. Καὶ τότε πίστευσαν τῷ Χριστῷ καὶ ἐβαπτίσθησαν ἀπὸ τὸν Ἅγιον Εἴκοσι Χιλιάδες ἄνθρωποι.

Ὕστερον, θανατώσας ὁ Ἅγιος τὸν δράκοντα, καὶ πιασθεὶς ἀπὸ τοὺς στρατιώτας, ὁμοῦ μὲ ὅλον τὸν βαπτισθέντα λαόν, παρεστάθη εἰς τὸν βασιλέα, ὅστις τὰς μὲν εἴκοσι χιλιάδας τῶν βαπτισθέντων ἀπεκεφάλισε, τὸν δὲ Ἅγιον ἐνέδυσε μὲ ἔνδυμα χάλκινον πεπυρωμένον, ἀλλ’ ὑπὸ τῆς θείας χάριτος εἰς ψυχρότητα κρυστάλλου τὸ πῦρ μετεβλήθη. Εἶτα κλείεται εἰς φυλακήν, δι’ ἐπιφανείας ὅμως τοῦ Ταξιάρχου Μιχαήλ, λυτρώνεται ἀπὸ τὴν φυλακήν, καὶ μετεφέρθη ὑπὸ τοῦ Ἀρχαγγέλου εἰς τὴν πόλιν Φρυμὸν τῆς Καμπανίας, διὰ νὰ κηρύξη τὸν λόγο τοῦ Εὐαγγελίου. Τελευταῖον ἐλθὼν εἰς τὴν πόλιν Χερμελίαν ἐκατοίκησεν ἐκεῖ. Καὶ ὅτε ἦλθεν ὁ καιρὸς τῆς αὐτοῦ τελειώσεως, ἐπροσκύνησε κατ’ ἀνατολὰς τρεῖς φοράς, καὶ παρακαλέσας τὸν Θεόν, νὰ χαρίζει ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιον εἰς ὅσους τὸν ἐπικαλεσθοῦν μετὰ πίστεως, ἤκουσε θείαν φωνὴν ἄνωθεν νὰ ἐπικυρώνη τὸ ζητούμενο. Εἶτα, εἶδεν ἕνα ὑπέρλαμπρον στέφανον καταβαίνοντα εἰς αὐτόν, καὶ τὴν θριαμβεύουσα ἐκκλησία ἐρχόμενη διὰ νὰ τὸν ὑπαντήση. Ὅθεν εἰπών· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου, ἀνῆλθεν χαίρων εἰς τὰ ουράνια.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ διὰ τοῦ Ἁγίου Ἐράσμου, πιστεύσασαι τῷ Χριστῷ εἴκοσι χιλιάδες, ξίφει τελειοῦνται.

Κάρας Ἀθλητῶν τὰς ξίφει τετμημένας,

Εὕρης πεσόντων χιλιάδας δὶς δέκα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὀμολογητοῦ.

Τοῦ Πατριάρχου Πατριάρχης πλησίον,

Θείου γέροντος Ἀβραὰμ Νικηφόρος.

Οὗτος, ὑπῆρχεν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ δυσσεβοῦς Κοπρωνύμου, γέννημα καὶ θρέμμα τῆς Βασιλίδος τῶν πόλεων. Πατέρες δὲ αὐτῷ ἐξ εὐπατρίδων, καὶ περιωνύμων, Θεόδωρος καὶ Εὐδοκία. Οὗτος ὁ Θεόδωρος γέγονεν ἀπογραφεὺς τῶν βασιλικῶν ἐνταλμάτων. Καὶ διαβληθεὶς ὡς προσκυνητὴς τῶν θείων εἰκόνων, μάστιξι καταξαίνεται, καὶ ἐπὶ Μύλλασαν στέλλεται τὸ δεινότατον φρούριον. Καὶ μετὰ ταῦτα ἀνακληθείς, και μὴ εἴξας τοῖς βασιλικοῖς προστάγμασι, πάλιν ὑπὲρ τὴν Νίκαιαν ὑπερορίζεται. Κἀκεῖσε διαρκέσας χρόνους ἕξ ἐν κακώσει πολλῇ, τὸν βίον καταλιμπάνει.

Ὁ δὲ τούτου παῖς, ὁ τίμιος Νικηφόρος, τοὺς τῆς ὀρθοδοξίας στεφάνους ἐξ αὐτῆς τῆς λοχείας ἐνειλίσσεται, καὶ εὐσεβείας γάλακτι τρέφεται. Καὶ τὸ νηπιῶδες παραμειψάμενος, καὶ καλῶς παιδευθείς, εἰς τοὺς συγγραφεῖς κατατάττεται. Ἔπειτα, σκύβαλα πάντα, καὶ ὡς ἀράχνην λογισάμενος, ἀναχωρεῖ τῆς πόλεως, καὶ τὴν Προποντίδα τοῦ ἄστεος καταλαμβάνει. Κἀκεῖσε μόνος μόνῳ Θεῷ προσανεῖχε, πλείστοις πόνοις καὶ ταλαιπωρίαις προσομιλῶν. Ἐπεὶ δὲ Ταράσιος ὁ μέγας ἀρχιερεὺς ἀπεβίω, Νικηφόρος οὗτος ὑπὸ Νικηφόρου ἄνακτος βιασθείς, καὶ παρακληθείς, τὸν θρόνον ὑπεισέρχεται Κωνσταντινουπόλεως. Καὶ μετὰ μικρὸν τοῦ αὐτοῦ βασιλέως ἀναπαυσαμένου, καὶ Σταυρακίου τοῦ υἱοῦ αὐτοῦ διαδεξαμένου τὴν βασιλείαν, καὶ αὐτοῦ τάχιον ἀποβιώσαντος, Μιχαὴλ ὁ εὐσεβέστατος τῆς βασιλείας τὰ σκῆπτρα διαδέχεται.

Τοῦτον δὲ καθελὼν Λέων ὁ θηριώνυμος τῆς βασιλείας, καὶ ταύτης ἐγκρατὴς γενόμενος, κατὰ τῶν Ἁγίων Εἰκόνων χωρεῖ, καὶ κατὰ τῆς εὐσεβοῦς ἡμῶν πίστεως. Ὅσα δὲ καὶ ὁποῖα ὁ σεβάσμιος Πατὴρ ἡμῶν Νικηφόρος πρὸς τὸν ἀσεβῆ καὶ ἀλιτήριον διεξῆλθε παῤῥησιασάμενος, ἀδύνατον λέγειν καὶ γράφειν. Ὁ δὲ θεομισής, παραυτίκα καθελὼν αὐτὸν τοῦ θρόνου, καὶ ὑπερορίσας, καὶ εἱρκτῇ τοῦτον ἀποῤῥίψας, μηδεμιᾶς παραμυθίας παρ’ οἱουδήποτε προστάττει τοῦτον μεταλαβεῖν. καὶ οὕτω διήρκεσεν ὁ γεννάδας ταλαιπωρούμενος μέχρις ἄν ὁ δείλαιος οὗτος τὴν ψυχὴν ἀπέῤῥηξεν, ὑπὸ τῶν οἰκείων μαχαίραις μεληδὸν κατακοπείς, ἐν τῷ τοῦ Φάρου νεῷ. Ὁ δὲ μακάριος οὗτος, χρονίαις ταλαιπωρίαις καὶ κακοπαθείαις καταπονηθείς, ἑβδομηκοστόν που χρόνον πληρώσας εἰς χεῖρας Χριστοῦ τοῦ Θεοῦ τὸ πνεῦμα παρέθετο, ἐννέα ἐν τῇ ἀρχιερωσύνῃ διατελέσας χρόνους, δεκατρεῖς δὲ ἐν ἐξορίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τριακονταοκτὼ Μάρτυρες, ἐν λουτρῷ βληθέντες, τῆς θύρας ἐμφραγείσης, τελειοῦνται.

Μάτην Ἀθληταῖς φράττεται λουτροῦ θύρα,

Χριστὸς γὰρ ἐγγὺς ἐκβοῶν· ἐγὼ θύρα.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μήτηρ μετὰ τῶν Ἁγίων Τριῶν Τέκνων αὐτῆς, ξίφει τελειοῦται.

Σὺν παιδίοις τμηθεῖσα, Μῆτερ καλλίπαις,

ἰδού, βοᾷς, ἐγώ τε καὶ τὰ παιδία.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰωάννου τοῦ ἐν Σοτζαβίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ ἐν Ἀσπροκάστρῳ μαρτυρήσας εν ἔτει 1492ῳ, ξίφει τελειοῦται.

Δοὺς αἷμα βραχύ, ὦ Ἰωάννη μάκαρ,

ἐξηγόρασας βασιλείαν τοῦ πόλου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Δημήτριος ὁ ἐν Φιλαδελφείᾳ μαρτυρήσας ἐν ἔτει 1657ῳ, μαχαίρᾳ τελειοῦται.

Φρίττει σε Δημήτριε, καὶ πῦρ εἰκότως,

ὑπὲρ Θεοῦ θανόντα, Ὃν φρίττει κτίσις.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Κωνσταντίνου τοῦ ἐξ Ἀγαρηνῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μαρίνου τοῦ Βαάνη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλκιβιάδης, διὰ πυρὸς τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Λεάνδρου τοῦ ἐξ Ἠπείρου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῶν ἀδελφῶν τοῦ Κιέβου, ἐν Ῥωσσίᾳ.

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Ἄλκιμος ὤφθης, τοῖς παγκλέεσι κόποις καὶ προσηνής, Μάρτυς, ὡς τῆς θείας χάριτος μετασχών, τοῖς λαοῖς γὰρ ψάλλων ἔφασκες· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Ὁ ἐξ ἀνοίας, τῶν δυσσεβῶν χαλκὸς τιμώμενος, ὤφθη διὰ σοῦ αισχύνη τῷ δικαστῇ, ἀνεκήρυττες γὰρ Ἔρασμε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Σὺ τὸν φανέντα, ἐκ τοῦ ἀψύχου ἔμπνουν δράκοντα, Μάρτυς ἐκβοὼν ἐλαύνεις προστακτικῶς, ἀνελόντα κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Θεοτοκίον.

Πυρίπνουν χλαῖναν, ἀμφιεσθεὶς γυμνὸν χαλκότευκτον, Μάρτυς δροσοβόλον ἔδειξας παρευθύς, καὶ ἐβόας ἀγαλλόμενος· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.

Ῥοιζοῦντι προσάγεται πυρί, τῷ ἐν τῷ λέβητι, ὁ θεῖος Ἔρασμος, ἐπὶ τοῦ ὕδατος ὥσπερ δέ, ἀναπαύσεως ψυχούμενος, δείκνυσιν ἔκκαυμα ἐχθρῶν, τῶν μὴ κραζόντων Χριστῷ, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Στέφανον χαρίτων ἐκ Θεοῦ, σοφὲ ἀπείληφας, διὰ ἀθλήσεως, καὶ στεφανίτης ἀνέδραμες, τὴν φθορὰν ἀποσεισάμενος, πρὸς Ὃν ἐπόθησας ἀεὶ Χριστὸν καὶ ἔκραζες· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τέτρωται παράνομος ἐχθρός, Χριστῷ τὸν ἔρασμον, ὡς ἐθεάσατο, δι’ αἰκισμῶν τίμιον σφάγιον, προσαχθέντα καὶ κραυγάζοντα, μετὰ Μαρτύρων ἱερῶν· ὑμνεῖτε τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψοῦτε εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Λύτρωσαι ἡμᾶς τῶν δυσχερῶν, ἀγνὴ Μητρόθεε, καὶ ἀπειρόγαμε, καὶ τοὺς ἐχθροὺς ἡμᾶς ὤλεσον, καὶ εἰς τέλος ἐξαφάνισον, ἵνα βοῶμεν ἐν χαρα, πόθῳ κραυγάζοντες· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.

Ἄνθραξ παμφαέστατος φλέγων, τοὺς ἀπειθεῖς εἰδωλολάτρας, ὑπ’ αὐτοῦ τοῦ Λόγου αὐγασθείς, ἱερομύστα πέφηνας Ἔρασμε, φωταγωγός τε μέγιστος, τοῖς ἐπαξίως ἀνυμνοῦσί σε.

Τέττιξ μελῳδὸς τῶν ἀῤῥήτων, λαῷ εὐγνώμονι καὶ θείῳ, πίστει διὰ πράξεως δειχθείς, θεογνωσίαν πᾶσιν ἐτράνωσας, ἱερομύστα Ἔρασμε, διὸ σὲ πάντες μεγαλύνομεν.

Σέλας ζωηφόρου παράσχου, τοῖς ἐκτελοῦσί σου τὴν μνήμην, σοῖς ὑμνηταῖς ἀμαρτωλοῖς, τὴν Ἐκκλησίαν φρούρει ἀκράδαντον, ἱεροφάντορ Ἔρασμε, ἵνα σὲ πάντες μεγαλύνωμεν.

Θεοτοκίον.

Ἥνπερ ἐστερέωσας πόλιν, πρεσβευτικῶς πρὸς πολεμίους, τήρησον ἀλώβητον ἀεί, Παρθενομῆτορ τοῦ Βασιλέως Χριστοῦ, χαρμονικῶς ὦ Δέσποινα, ὅπως Σὲ πάντες μεγαλύνωμεν.

Εἰς τὸν Στίχον τῶν Αἴνων. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἑρασμιώτατος ὤφθης Χριστοῦ πανάριστε, τὴν τοῦ Θεοῦ σοφίαν, ἐχρημάτισας ὄντως· διὸ καὶ ἀνεβόας Χριστῷ τῷ Θεῷ, καὶ εὐαγγελίοις ὡμίλεις σαφῶς, καὶ ἐκ κοράκων ἐπέμπετο ἡ τροφή σου, παμμάκαρ ἀξιάγαστε.

Στ.: Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ καρδία αὐτοῦ σύνεσιν.

Ἐρασμιώτατος ὤφθης Θεῷ πανόλβιε, ὡς τῆς Αὐτοῦ ὑπάρχων, Ἐκκλησίας δομήτωρ, μέχρι τῶν ἐσχάτων, τερμάτων τῆς γῆς, τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον ἀνακηρύττων, καὶ φαίνων καὶ πρὸς τὸ φῶς, ἐπανάγων ἀληθέστατα.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὀ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Ποιμαντικῶς διαπρέψας ἱερομάρτυς Χριστοῦ, ἀθλητικοὺς ἀγῶνας, ὑπομείνας γενναίως, καὶ δι’ ἀμφοτέρων στέφος λαβών, ἐν ἑκατέροις κοσμούμενος, δικαιοσύνῃ καὶ πόνοις ἀθλητικοῖς· διὸ πρέσβευε σωθῆναι ἡμᾶς.

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s