Τῶν βίᾳ τελειωθέντων ἁγίων Μαρτύρων ἐπί ταῖς ἡμέραις ἡμῶν ἐν Ἀνατολῇ καί Ἀφρικῇ

CopticMartyrsIcon

Ἁμνοί τοῦ Σοῦ Ποιμνίου Κύριε

σφάγια γεγονότες

προσεκομίσαντο

μυστικῷ θυσιαστηρίῳ

ὑπέρ τῆς τοῦ Κόσμου ζωῆς.

Ὑπό παθῶν ἐλαυνόμενοι βροτοί

ἁμαυρώσαντες  τήν ἑαυτῶν θεοείδειαν

ἐσκοτισμένον τε νοῦν ἒχοντες,

περιχορεύουσι τρόμον σπείροντες

βαρβαρικῷ τῷ τρόπῳ

καί φίλους Χριστοῦ

αἱροῦσιν,

γενόμενοι δυσσεβεῖς καί μισόθεοι.

Ἳλεως γενοῦ ἡμῖν Σῶτερ Ἰησοῦ,

ἀπωλέσαντες γάρ σωφροσύνην

καί ἀπεκδυθέντες αἰδοῦς,

εὑρέθημεν μανικῶς

λατρείαν προσενέγοντες

Μολώχ τε καί μόσχον χρυσόν

ὡσεί Ἰσραηλῖται τό πάλαι

ἐν ἐρήμῳ ἐπολιτεύσαντο.

Οὓτω, τόν κατά πάντα καλόν ποιήσας Κόσμον,

ἡμεῖς, ἁμαρτήμασι καί κακά ἐργαζόμενοι

ἠλλοιώσαμεν.

Τῷ αἳματι τῶν ἁγίων Μαρτύρων Σου

τά διεστῶτα συνευρέθησαν ἐπί τῷ αὐτῷ,

ἐλύθησαν δέ τά ἐν τῇ Ἁγίᾳ Σου Ἐκκλησίᾳ

σχίσματα.

Μέμνησο ἒτι Κύριε,

 τῆς ξυνορίδος

τῶν τοῦ ἁγίου Σου θυσιαστηρίου λειτουργῶν,

τῶν σεπτῶν Ἱεραρχῶν Παύλου καί Μάρ Γρηγορίου Γιουχάννα  Ἰμπραήμ,

τῆς κατά Χαλέπιον τῆς Συρίας Ἐκκλησίας Σου,

ἀπαχθέντων ἀπό καιροῦ καί ὂντων ἐν κινδύνῳ.  

Μνήσθητι Κύριε  ἡμῶν καί παντός τοῦ Κόσμου Σου,

ἐλεηθῆναι,

 πρεσβείαις ἁγίων Σου Μαρτύρων

βίᾳ καί μαχαίρᾳ τελειωθέντων

ἁπανταχοῦ τῆς δεσποτείας Σου,

εἲτε δέ ἐν Μεσοποταμίᾳ καί  Συρίᾳ,

εἲτε δέ ἐν Λιβύῃ, Αἰγύπτῳ καί Νιγηρίᾳ,

ὧν τά ὀνόματα γέγραπται ἐν Βίβλῳ Ζωῆς.

Γεώργιος Ἀναγνώστης ἐποίησεν.

—————————————————————————————-

Μηνός Ἀπριλίου γ΄, ἒτους σωτηρίου  ̗αιε΄,

παραμονή τοῦ Ἁγίου καί Δικαίου Λαζάρου

ΠΗΓΗ.Γ.ΔΟΥΔΟΣ

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s