Παρακλητικός Κανών στην Υπεραγία Θεοτόκο την Ζωοδόχον Πηγήν

Zoom in (real dimensions: 758 x 1160)11068299_449756768509654_545586155073926045_n

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

……………………………………………………………………………………………………………….

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ………………………………………………………

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Ὡς ἀνεξάντλητος πηγή εὐσπλαγχνίας, Θεοχαρίτωτε Ἁγνή Θεοτόκε, βλύσον ὑμίν τό ὕδωρ τῶν χαρίτων σου· πίστει γάρ προσπίπτομεν, τή ἁγία Πηγή σου, νάματα σωτήρια,
πηγαζούση τῷ κόσμω, ἴνα ρυσθῶμεν νόσων ψυχικῶν, καί ἰαμάτων, τήν χάριν ἀντλήσωμεν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ὅμοιον
Πάθη ποικίλα θεραπεύει Παρθένε, τό θεῖον ὕδωρ τῆς ἁγίας Πηγῆς σου, πίστει θερμή ἐκ ταύτης λαμβανόμενον· ὅθεν τους προστρέχοντας, τῷ πανσέπτω ναῶ σου, κρήνη
ζωοδώρητε, Θεοτόκε Μαρία, τῶν ἐν τῷ βίω ρύου πειρασμῶν, καί δίδου πάσιν, εἰρήνην καί ἴασιν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.
Ὑδάτων ἀΰλων ζωοποιῶν, θεοβρυτε κρήνη, Παντευλόγητε Μαριάμ, τοῦ θείου ἐλέους σου τά ρεῖθρα, βλύσον ἠμίν τοῖς πιστῶς σέ δοξάζουσι.
Δροσίζει τό ὕδωρ τῆς σῆς Πηγῆς, καί ἄρδει Παρθένε, καί ἐν πίστει ζωογονεῖ, ψυχᾶς κεκαυμένας πλείστοις πόνοις, τή ἐνεργεία τῆς σῆς ἀγαθότητος.
Ὡς ἤκουσε Κόρη τῆς σῆς φωνῆς, ὁ Λέων ἐφεῦρε, τήν Πηγήν σου τήν θαυμαστήν· ἡ πίστει καί πόθω προσιόντες, ἁγιασμοῦ δωρεᾶς κομιζόμεθα.
Ρυπώσάν μου κάθαρον τήν ψυχήν, τοῖς ρείθροις Παρθένε, τῶν πλουσίων σου οἰκτιρμῶν, καί πλῦνον τόν νοῦν μου Θεοτόκε, τοῖς μυστικοῖς τῶν χαρίτων σου νάμασι.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Μέλι ὥσπερ ἐκ πέτρας, κατά Δαβίδ Ἄχραντε, ἐν τῷ Βυζαντίω τό ὕδωρ, Πηγῆς σου ἔβλυσεν, ὅνπερ πινόμενον, τῶν ἀγαθῶν σου παρέχει, γλυκασμόν σωτήριον, τοῖς σέ
δοξάζουσιν.
Οἱ διψῶντες ἔφ? ὕδωρ, τό τῆς Πηγῆς σπεύσατε, τῆς Ἀειπαρθένου Μαρίας, καί Θεομήτορος, ἴνα τόν καύσωνα, τῆς χαλεπῆς ἁμαρτίας, σβέσητε καί λάβητε, χάριν καί ἔλεος.
Ἱλασμόν σωτηρίας, ὡς τόν Χριστόν τέξασα, ἔβλυσας τῷ κόσμω Παρθένε· νῦν δέ τήν κρήνην σου, τοῖς πάσι δέδωκας, τῆς ἀφθαρσίας τό νέκταρ, τοῖς πιστῶς προστρέχουσιν,
ἀναπηγάζουσαν.
Βροτοκτόνου κακίας, νοΐ Ἁγνή ἄφρονι, πέπωκα ἰόν κατά κόρον, καί τεθανάτωμαι· ἀλλά τῷ ὕδατι, τῆς ζωηφόρου Πηγῆς σου, τήν ψυχήν εὔφρανον καί ζωοποίησον.
Διασωσον ὡς ἀνεξάντλητος βρύσις θείου ἐλέους, Θεοτόκε ἐπηρειῶν τοῦ ἀλάστορος, τούς τῆς Πηγῆς σου τά θαύματα ἀνυμνοῦντας.
Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος. χριστιανος.gr

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή
Πηγή ἀγαθῶν, ὑπάρχεις Ἀειπάρθενε, τεκοῦσα Χριστόν, χρηστότητος τήν ἄβυσσον· διο τούς καταφεύγοντας, ζωοδόχε Πηγή τή σή χάριτι, ἀπό παντοίων λύτρωσαι παθῶν,
καί δίδου εἰρήνην ταῖς ψυχαῖς ἠμῶν. χριστιανος.gr

Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Λύσιν πάσης κακώσεως, δρέπονται οἱ σπεύδοντες τῷ σῶ ὕδατι· διά τοῦτο Μητροπάρθενε, τά πολλά σου θαύματα κηρύττομεν.
Ὕδωρ θεῖον ἀθάνατον, στάξον ὡς νεφέλη ἠμίν θεοδρόσος, τοῖς προστρέχουσι Πανάχραντε, τῷ σεπτῶ ναῶ σου μετά πίστεως.
Συντριβέντας τοῖς πάθεσιν, ὡς τῆς εὐσπλαγχνίας πηγή ἀκένωτος, Θεοτόκε ἐπανόρθωσον, τούς θερμῶς προστρέχοντας τή σκέπη σου.
Οἱ δεινοῖς συνεχόμενοι, τῷ σεπτῶ ναῶ σου σπεύδοντες Δέσποινα, ἁπαλλάττονται τῶν θλίψεων, καί τά μεγαλείά σου δοξάζουσι.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Νέκρωσον ἠμῶν τό γεῶδες Κόρη φρόνημα, ἐνεργεία θαυμαστή ζωοποιῶ, προϊούση ἐκ τοῦ νάματος τῆς κρήνης σου.
Ζώωσον ἁγνή, νεκρωθείσαν τήν καρδίαν μου, ἡ ζωώσασα νεκρούς ὑπερφυῶς, τῷ ραντίσματι τοῦ ὕδατος τῆς κρήνης σου.
Ὤφθη ἀληθῶς, ἰατρεῖον πάσης θλίψεως, Θεοτόκε ὁ τιμώμενος ναός, τῆς Πηγῆς σου θεία κλήσει ὡς ηὐδόκησας.
Ἤρθη μυστικῶς, καί διέδραμε τά πέρατα, Θεοτόκε τῆς ἁγίας σου Πηγῆς, ἡ ἐνέργεια καί χάρις ἡ σωτήριος. χριστιανος.gr

Ὠδή στ΄. Τήν δέησιν
Σωμάτων τάς καχεξίας ἰᾶται, καί δαιμόνων ἀπελαύνει τά σμήνη, τῆς ζωηφόρου Πηγῆς σου τό ὕδωρ, ὡς πεπλησμένον τῆς θείας σου χάριτος· διο θεράπευσον ἠμῶν,
τάς ψυχᾶς καί τά σώματα Ἄχραντε.
Πηγάζον, ἀψοφητί ἐν τή πόλει, τή τοῦ Βύζαντος Πηγῆς σου τό ὕδωρ, καθαγιάζει πιστῶν τάς χορείας, πίστει θερμή λαμβανόμενον Ἄχραντε· καί νῦν τῷ θείω σου ναῶ,
τούς πιστῶς προσιόντας ἁγίασον.
Ἀνάκτων, πιστῶν δυσίατον πάθος, ὡς ἰάτρευσας Πηγή ζωηφόρε, οὕτω καμού τήν νοσοῦσαν καρδίαν, καί τούς τοῦ σώματος πόνους θεράπευσον, καί χαλεπῶν δυσχερειῶν,
Θεοτόκε ἀπήμαντον τήρει μέ.
Ρημάτων, τῆς κατωδύνου ψυχῆς μου, ἐνωτίζου συμπαθῶς Θεοτόκε, καί τήν προσοῦσαν ἐν ταύτη κακίαν, τή συνεργεῖα τοῦ δράκοντος νέκρωσον, καί ἴθυνον μέ πρός ζωήν,
μετανοίας καί σῶσον μέ δέομαι. χριστιανος.gr
Διασωσον ὡς ἀνεξάντλητος βρύσις θείου ἐλέους, Θεοτόκε ἐπηρειῶν τοῦ ἀλάστορος, τούς τῆς Πηγῆς σου τά θαύματα ἀνυμνοῦντας.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἔπ? ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Zoom in (real dimensions: 600 x 822)Εικόνα

Αἴτησις καί τό Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου
Ὡς ζωηφόρος πηγή θείας χάριτος, Παντοβασίλισσα Κόρη Πανύμνητε, τό νάμα τῆς θείας χρηστότητος, βλύσον ἠμίν εἰς πταισμάτων συγχώρησιν· σύ γάρ ἠμῶν μέγα προσφύγιον.

Προκείμενον.
Ἠγίασε τό σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. (τρίς)
Στίχος: Τοῦ ποταμοῦ τά ὁρμήματα εὐφραίνουσι τήν πόλιν τοῦ Θεοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (Κέφ. Ἅ΄ 39-49, 56)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστάσα Μαριάμ, ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς, εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου, καί ἠσπάσατο τήν Ἐλισάβετ.
Καί ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τή κοιλία αὐτῆς· καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καί ἀνεφώνησε φωνή
μεγάλη, καί εἶπεν· Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοί τοῦτο, ἴνα ἔλθη ἡ Μήτηρ τοῦ Κυρίου μου πρός μέ; Ἰδού γάρ, ὡς
ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τή κοιλία μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις
αὐτή παρά Κυρίου. Καί εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον, καί ἠγαλλίασε τό πνεῦμά μου ἐπί τῷ Θεῶ τῷ σωτήρί μου, ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς
δούλης αὐτοῦ. Ἰδού γάρ, ἀπό τοῦ νῦν μακαριούσι μέ πᾶσαι αἵ γενεαί· ὅτι ἐποίησε μοί μεγαλεία ὁ Δυνατός, καί ἅγιον τό ὄνομα αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτή ὡσεί μήνας
τρεῖς, καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Κρήνην τήν ἀκένωτον, ἤν ἐφανέρωσας πάλαι, Δέσποινα τῷ Λέοντι, τή ἐπισκιάσει σου ἐθαυμάτωσας, ἐν πολλοῖς θαύμασι· καί γάρ οἱ λαβόντες, καί πιόντες μετά πίστεως,
ἀπό τοῦ ὕδατος, πόνων καί παθῶν ἐλυτρώθησαν· διο σέ ἰκετεύομεν· Δίδου καί ἠμίν δόσιν ἄνωθεν, θείας συμπαθείας, καί στάξον γλυκασμόν τόν νοητόν, ταῖς φαρμαχθείσαις
ψυχαῖς ἠμῶν τή γεύσει τοῦ χείρονος. χριστιανος.gr

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου ……. (τῆς ἡμέρας),
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Θαυμαστῶς ἐδοξάσθη, τῆς ἁγίας Πηγῆς σου τό ὕδωρ Ἄχραντε· παρέχει γάρ ἰάσεις, καί παύει ἀλγηδόνας ψυχῆς ἅμα καί σώματος· ὧν τῆς πικρᾶς συνοχῆς, ρύσαι ἠμᾶς
Παρθένε.
Εἰς τά πέρατα πάντα, τῆς Πηγῆς σου ἡ χάρις διαβεβόηται, καί πίστει οἱ νοσοῦντες, ὡς φάρμακον τό ὕδωρ, ἐξ αὐτῆς κομιζόμενοι, ρύονται πάσης φθορᾶς, Παρθένε Θεοτόκε.
Νεκρωθέντα ἐγείρεις, Θετταλόν ἄνδρα Κόρη θείω ραντίσματι, ἁγίου ὕδατός σου· διο καμέ θανόντα, ἁμαρτίας τῷ δήγματι, διέγειρον μέ Ἁγνή, πρός κτῆσιν μετανοίας.
Ἐν τῷ θείω ναῶ σου, ὤ Πηγή ζωηφόρε Παρθένε Ἄχραντε, προστρέχομεν ἐν πίστει, ὡς ἄν τῶν οἰκτιρμῶν σου, τά δωρήματα λάβωμεν· μή οὔν στερήσης ἠμᾶς, Ἁγνή της
σῆς εὐνοίας.

Ὠδή ἡ΄. Τόν Βασιλέα
Γέγονας Κόρη, ἁμαρτωλῶν σωτηρία, ὡς κυήσασα τόν πάντων Βασιλέα· ὅθεν Ζωοδόχε, Πηγή σέ ἀνυμνοῦμεν.
Ἔβλυσας κόσμω, ἀθανασίας τά ρεῖθρα· καί νῦν ὄμβρησον οἴα ζωῆς νεφέλη, ὄμβρον ἀφθαρσίας, Ὑπερευλογημένη. χριστιανος.gr
Ρύσαι μέ Κόρη, τῆς τοῦ ἐχθροῦ δυναστείας, καί καταρδευσον διψώσαν τήν ψυχήν μου, νάμασιν ἀΰλοις, ζωῆς καί σωτηρίας.
Ἅπας προστρέχων, τή Ζωοδόχω Πηγή σου, πάσης θλίψεως λυτροῦται καί ἀνάγκης· ὅθεν σέ Παρθένε, ἀεί δοξολογοῦμεν.

Ὠδή θ΄. Κυρίως Θεοτόκον
Σαρκός μου τάς ὀδύνας, παῦσον Θεοτόκε, καί τῆς ψυχῆς μου τά τραύματα ἴασαι, τή κοινωνία τοῦ ὕδατος τῆς σῆς χάριτος.
Ἰλέω ὄμματί σου, ἴδε τούς ἐστώτας, ὤ ζωηφόρε Πηγή τή εἰκόνι σου, καί τά αἰτήματα τούτων πλήρου Πανάμωμε.
Μητράνανδρε Παρθένε, Κεχαριτωμένη, δέχου ἠμῶν τάς δεήσεις ἑκάστοτε, καί τάς ψυχᾶς ἠμῶν πλῆσον φωτός τῆς χάριτος.
Ὁ οἶκος σου πηγάζει, θείαν εὐφροσύνην, ἐπισκιάσει τῆς σῆς ἀγαθότητος, τοῖς ἀνυμνούσι Παρθένε τά μεγαλείά σου.
Ὑπέρτερον τόν νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετῶν λογισμῶν τοῦ ἀλάστορος, καί πότισον ὕδατι τῆς σῆς χάριτος.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά Μεγαλυνάρια
Ὕδατι Πηγῆς σου τῆς θαυμαστῆς, κάθαρον τόν ρύπον, τῆς ψυχῆς μου τῆς ταπεινῆς, καί τήν φλόγα σβέσον, Παρθένε τῶν παθῶν μου, ὡς ἄν ἀεί κηρύττω τά μεγαλείά σου.
Τόν Χριστόν ὡς ὄμβρον ζωοποιόν, Κόρη δεξαμένη, ἐν γαστρί σου τή καθαρά, πηγή σωτηρίας, τῷ κόσμω ἀνεδείχθης, πηγάζουσα Παρθένε, χάριν καί ἔλεος.
Ξήρανον τοῖς ρείθροις τῆς σῆς Πηγῆς, βορβορῶδες ρεῦμα, κατακλύζον μου τήν ψυχήν, Κεχαριτωμένη, Παρθένε Θεοτόκε, καί πρός ζωῆς τό ὕδωρ, τόν νοῦν μου ἴθυνον.
Βλύζει ἐπινεύσει σου τή σεπτή, ἐν τῷ Βυζαντίω, ἡ Πηγή σου χύδην ἀεί, ἰάματα πλεῖστα, ὕδατι τῷ ἁγίω, Παρθένε Θεοτόκε, τοῖς ἀνυμνούσι σέ. χριστιανος.gr
Ἴασαι ψυχήν μου τήν ταπεινήν, πάθει ἀνιάτω, τηκομένην ὀδυνηρῶς, ὕδατι ἁγίω, τῆς θαυμαστῆς Πηγῆς σου, καί σῶσον μέ Παρθένε, τόν πεποιθότα σοί.
Χαίρει εὐσεβούντων πάσα πληθύς, προσιοῦσα Κόρη, τῷ ναῶ σου τῷ ἱερῶ, τῷ ἀνακειμένω, Πηγή σου τή ἁγία, καί εὐλαβῶς δοξάζει, τήν σήν χρηστότητα.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον

Εἴτα τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἠμᾶς, Κύριε, ἐλέησον ἠμᾶς· πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοί τήν ἱκεσίαν, ὡς Δεσπότη, οἱ ἁμαρτωλοί προσφέρομεν· ἐλέησον ἠμᾶς.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Κύριε ἐλέησον ἠμᾶς· ἐπί Σοῖ γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἠμίν σφόδρα, μηδέ μνησθῆς τῶν ἁμαρτιῶν ἠμῶν· ἄλλ? ἐπιβλεψον καί νῦν ὡς εὔσπλαγχνος, καί λύτρωσαι ἠμᾶς
ἐκ τῶν ἐχθρῶν ἠμῶν· Σύ γάρ εἰ Θεός ἠμῶν, καί ἠμεῖς λαός Σου· πάντες ἔργα χειρῶν Σου, καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Τῆς εὐσπλαγχνίας τήν πύλην ἀνοιξον ἠμίν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς Σέ, μή ἀστοχήσωμεν· ρυσθείημεν διά Σου τῶν περιστάσεων. Σύ γάρ εἰ ἡ σωτηρία τοῦ γένους
τῶν Χριστιανῶν.
Τῶν Χριστιανῶν ἀσπαζομένων τήν εἰκόνα τῆς Θεοτόκου ψάλλονται τά παρόντα Τροπάρια.

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου
Κρήνη ἀληθῶς ὑπερχειλής, θείων οἰκτιρμῶν καί χαρίτων, οὖσα Πανάχραντε, βλύσον τοῖς προστρέχουσι, τή σή ἁγία Πηγή, γλυκασμόν τόν οὐράνιον, καί ζωῆς τά ρεῖθρα, πάσαν
κατακλύζοντα, ἐχθροῦ ἐπήρειαν, δίδου δέ χαράν καί εἰρήνην, καί πταισμάτων ἄφεσιν αἴτει, τοῖς ἀπό ψυχῆς σέ μεγαλύνουσι.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ἀπολυτίκιον τῆς Ζωοδόχου Πηγῆς.
Ἦχος γ΄. Τήν ὡραιότητα
Τόν ὑπερούσιον, ὄμβρον κυήσασα, πηγή ζωήρρυτος, Παρθένε πέφυκας, ἀναπηγάζουσα ἠμίν, τό νέκταρ τό ἀθάνατον, ὕδωρ τό ἀλλόμενον, εἰς ζωήν τήν αἰώνιον, νάματα
γλυκύρροα, ἐκ τῆς Κρήνης σου πάντοτε, ἐξ ὧν ἐπεντρυφῶντες βοῶμεν· χαῖρε Πηγή ἡ ζωηφόρος.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Δίστιχον
Πηγή ζωοδώρητε Ἁγνή Παρθένε
Γερασίμω πήγασον χάριτος ρεῖθρον

Advertisements

One thought on “Παρακλητικός Κανών στην Υπεραγία Θεοτόκο την Ζωοδόχον Πηγήν

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s